[ ]
Phokis — Delphi — 182 BC
| 1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Βου[κ]ατίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Κλεοβούλα Δελφὶς τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ζωπύρα <τὸ δὲ> | |
| <πρότερον ἦν Σίμον>, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐ- | |
| 5 | πίστευσε Ζωπύρα τῶι θεῶ, ἐφ’ ὧτε ἐλευθέρα εἶμεν καὶ |
| ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέ- | |
| λη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτῆρες κατὰ τὸν | |
| νόμον· Δεξικράτης, Πεισίλαος Δελφοί. εἰ δέ τίς κα ἅπτηται | |
| Ζωπύρας τᾶς πρότερον καλειμένας Σίμου, βέβαιον παρεχόν- | |
| 10 | τω τῶ θεῶ τὰν ὠνὰν ἅ τε ἀποδομένα Κλευβούλα καὶ οἱ |
| βεβαιωτῆρες Πεισίλαος, Δεξικράτης· εἰ δέ κα μὴ παρέχωντι, πρά- | |
| κτιμοι {ε} ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυνχά- | |
| νοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέραν οὖσαν | |
| ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. #⁵⁶ μάρ- | |
| 15 | τυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος #⁵⁶ Ἄθαμβος, οἱ ἄρχοντες |
| Πεισίλαος, Κλεόδημος· Διονύσιος Ἀρίστωνος Βοιώτι- | |
| ος, Καλλίκων, Ἀγασέας, Ἀριστίων Δελφοί. |