[ ] Phokis — Delphi — 197 BC
1 στραταγέοντος Φαινέα μηνὸς Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχοντος
Ἐμμενίδα μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμέας
ὁ παρὰ τοῦ βασιλέως Ἀττάλου ὁ ἐπὶ τῶν ἔργων τῶν βασιλικῶν
Ἀρτεμιδώραν τὰν βασιλικὰν παιδίσκαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι,
5 ἀργυρίου στατήρων τεσσαράκοντα τριῶν, καθὼς ἐπίστευσε
Ἀρτεμιδώρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιεῖν
ὅ κα θέληι, εἶμεν εἷ κα θέληι. βεβαιωτὴρ κατὸν νόμον· Ἐτυμώνδας
Δελφός. μάρτυρες· τοὶ ἱερεῖς καὶ ἰδιῶται Νι[κό]δαμος, Ὀρθαῖος,
Πολύκλειτος, Θεύτιμος Ἀμφισσεύς.
Search Help
Contact Us