[ ]
Phokis — Delphi — 192/191 BC
1 | στραταγέον[το]ς Φαινέα τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελ- |
φοῖς δὲ ἄρ[χ]οντος Κλευδάμου μηνὸς Ποιτροπίου, ἀπέδον- | |
[τ]ο Τιμόλαος καὶ Ἄρμενος Αἰνέα Ἀμφισσεῖς τῶι Ἀπόλλωνι | |
[τῶι] Πυθίων παιδάριον ὧι ὄνομα Σωτέλης, καθὼς αὐτὸς ἐπίστευσε | |
5 | [Σω]τέλη[ς τ]ῶι θεῶι τὰν ὠνάν, κυριεύων αὐτοσαυτοῦ, ποέων ὅ κα |
θέληι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν. βεβαιωτῆρες· Ἀμύντας Τιμαγένε- | |
ος, Εὐδαμίδας Λαάρχου Ἀμφισσεῖς. μάρτυροι· ὁ ἱερευς τοῦ Ἀπόλλωνος | |
Ἄθαμβος· βούλων, Ἐτυμώνδας, Κλεύδαμος, Χαρίξενος Δελφοί, | |
Διονύσιος, Σώπολις Αἴγιμος Πλυγονεῖς. |