[ ]
Phokis — Delphi — 191 BC
| 1 | [ἄ]ρχοντος Κλεοδάμου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχέλαος Πυθο- |
| [φάν]εος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Χαρίτα, τιμᾶς | |
| [ἀργυ]ρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Χαρίτα τῶι θεῶι τὰν ὠνάν, | |
| [ἐφ’] ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάντα βίον, ποέουσαν ὅ κα θέληι. βεβαι- | |
| 5 | [ωτ]ὴρ κατὰ τὸν νόμον· Πράοχος Ἀρχελάου Δελφός. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος |
| καὶ ὁ ἄρχων Δαμοσθένης, ἰδιῶται Ἀρχίδας, Μίκκων, Κράτων, Δίων. |