[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Δαιδαφορίου, |
| [ἀπέ]δοτο Κρανίχα Φερεκράτεος, συνευδοκέοντος τοῦ ἀνδρὸς | |
| [Καλλέ]α καὶ τοῦ ὑοῦ Ξένωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| [γ]υναικεῖον ἇι ὄνομα Πίθανον τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου | |
| 5 | μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει. βεβ[α]ιωτῆρες· Καλλέας Ξένω- |
| νος, Ἄθαμβος Ἀθανίωνος. καθὼς ἐπίστευσε Πίθανον τῶ θεῶ τὰν | |
| ὠνάν, ἐφ’ ὅτω ἐλευθέρα εἶμεν τὸν πάντα βίον καὶ ἀνέφαπτος | |
| ὑπὸ πάντων, ποιοῦσα ὅ κ[α θέλη]. |