[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος ἐν Δελφ[οῖς Δε]ξώνδα τοῦ Δάμωνος μηνὸς Ἀ[πελλαίου], [ἐν δὲ] Χαλείωι |
| [ἄρχον]τος Λαχ[άρεος τοῦ] Σκύθα καὶ μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέδοντο | |
| [Δαμ]όνικος Δαμο[νίκου], Ἀγησίπολις Δωροθέου Χαληεῖς σῶμα γυναικεῖον τῶι θεῶι | |
| ἇι ὄνομα Ἀριστονίκα τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευ- | |
| 5 | σε Ἀριστονίκα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτω ἐλευθέρα ἔσται καὶ ἀνέφαπτος τὸν πάντα χρό- |
| νον. βεβαιωτὴρ κατὰ τὸ σύμβολον· Ξένων Βούλωνος Δελφός. μάρτυρες· οἱ ἄρχοντες | |
| τᾶς πόλιος τῶν Δελφῶν Ἐμμενίδας Καλλία, Ἀλκῖνος Ἀρχιάδα, Πράοχος Ἀρ- | |
| χελάου Δελφοὶ καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος, ἰδιῶται Θρασυ- | |
| κλῆς Πραξία, Εὐαγόρας, Μένης ὁ νεωκόρος, Ξενόκριτος Στ[η]σιμένεος, Εὐκλεί- | |
| 10 | δας Κάλλωνος Δελφοί. |