[ ] Phokis — Delphi — 178 BC
1 [ἄρχον]τος Εὐαγγέλου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδο-
[ντο Ἱε]ροκ[λῆς] καὶ Ἱερόκλεια τῶι Ἀπόλλωνι σῶμα γυναικε-
[ῖον ἇι ὄν]ο[μα] Ἀγαθαμερίς, τιμᾶς ἀργυρίο[υ] μνᾶν πέντε, καθὼς ἐπί-
[στευσε Ἀγαθα]μερὶς τὰν ὠνὰν τῶι θεῶι. βε[β]αιωτὴρ κατὰ τὸν νό-
5 [μον τᾶς πόλι]ος· Μνάσων Ξένωνος. παραμεινάτω δὲ Ἀγαθα-
[μερὶς παρ]ὰ Ἱεροκλῆ καὶ <Ἱ>ερόκ{κ}λειαν ποιοῦσα τὸ ποτιτασσό-
[μενον πᾶν τὸ] δυνατὸν ἄχρι κα ζώη Ἱερ{ρ}οκλῆς {²⁶Ἱεροκλῆς}²⁶ καὶ Ἱερόκλεια εἰ δέ τί κα
[πάθ]ωντι Ἱεροκλῆς καὶ Ἱερόκλεια, τοῦ θεοῦ ἔστω Ἀγαθαμερὶς τὸ-
[ν] πάντα βίον, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. βέβαιον
10 [δ]ὲ παρεχόντω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι Ἱεροκλῆς καὶ Ἱερόκλεια καὶ ὁ βεβαιωτὴρ Μνάσων, Θευγ-
ένης. εἰ δέ τίς κα ἀνθάπτηται Ἀγαθαμερίδος, κύριος ἔ<σ>τω ὁ ἀντιτυγχάνων συλέων ὡς ἐλευθέρας οὔσας, καθὼς ἐπίστευσε τὰν ὠνὰν Ἀγαθαμερίς, ἀζαμίοις ἐόντοις
καὶ ἀνυποδίκοις πάσας δίκας. μάρτυρες· Μελισσίων,
Καλλικλῆς, Διον[ύ]σιος, Σωδαμίδας, Θρασέας,
τῶν ἀρχόντων Ἀνδρόνικος.
Search Help
Contact Us