[ ]
Phokis — Delphi — 177 BC
| 1 | ἄρχοντος Πραξία μηνὸς Ἀμαλίου, ἀπέ- |
| δοτο Φιλοκράτης Θεοφράστου Δελφὸς | |
| τοῖ Ἀπόλλωνι τοῖ Πυθίοι σῶμα ἀνδρεῖον | |
| οἷ ὄνομα Κῶμος, τιμᾶς ἀργυρίου μνᾶν δεκα- | |
| 5 | τριῶν, καθὼς ἐπίστευσε τοῖ θεοῖ τὰν ὠνὰν Κῶμος. βεβαι- |
| ωτὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου. κατενενκάτω δὲ Κῶ- | |
| μος Φιλοκράτει ἀργυρίου μνᾶς δεκατρεῖς ἐν ἐτέοις δεκατρίοις | |
| φέρων τοῦ ἐνιαυτοῦ μνᾶν ἐν τὸν ἔρανον τὸν Ἀρχελάου. εἰ δέ τι | |
| πάθοι Φιλοκράτης, κατενενκάτω τὸ ἀργύριον τοῖς ἐπινόμοις Θεο- | |
| 10 | φράστοι, Ξένωνι Κῶμος, ἑκατέροι τὸ μέρος. εἰ δὲ τοῦ ἐπιλοίπου |
| ἀργυρίου τις ἐνάπτοιτο Κώμου ἢ ἀντιποιέοιτο κατενένκαντος | |
| τὸ ἀργύριον, κύριοι ἐόντω οἱ βουλευταὶ καὶ ὁ θέλων συλέων | |
| ἐπ’ ἐλευθερίαι ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι. μάρτυ- | |
| ρες· οἱ ἄρχοντες Καλλίας, Δαμένης, Βάκχιος· Ἧρυς Πλείστωνος, | |
| 15 | Κλεόδαμος Ἀτεισίδα, Πάτρων Ἰατάδα, Εὔαρχος Μενέστα, Δίκα- |
| ιος, Δέξιππος, Κλέων Ξενοφίλου. |