[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Παναιτώλου Φυταιέ- |
ος μηνὸς Ὁμολωΐου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα | |
μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κριτόδαμος | |
Δαμοκλέος Φυσκεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
5 | σῶμα ἀνδρεῖον ὧι ὄνομα Μαιφάτας τὸ γένος Γαλά- |
ταν καὶ γυναικεῖον ἇι ὄνομα Ἀμμία τὸ γένος | |
Ἰλλύραν, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά. παραμεινάτω δὲ | |
Μαιφάτας καὶ Ἀμμία παρὰ Κριτόδαμον ἇς κα ζώη Κριτό- | |
δαμος ποιέοντες Κριτοδάμωι τὸ ποτιτασσόμενον· | |
10 | εἰ δέ κα μὴ παραμείνωντι ἢ μὴ ποιέωντι τὸ |
ποτιτασσόμενον, ἀρμένα καὶ ἀτελὴς αὐτοῖς | |
ἁ ὠνὰ ἔστω. ἐπεὶ δέ κα τελευτάσηι Κριτό- | |
δαμος, ἐλεύθεροι ἔ<σ>των Μαιφάτας καὶ Ἀμμία | |
καὶ ἁ ὠνὰ μενέτω τῶι θεῶι, καθὼς ἐπίστευσαν, | |
15 | ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ |
πάντων τὸμ πάντα βίον, ποιέοντες ὅ κα θέλωντι | |
καὶ ἀποτρέχοντας οἷς κα θέλωντι. βεβαιωτῆρες | |
κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Φίλων Ἀρι- | |
στέα, Ἀστόξενος Διονυσίου. μάρτυροι· οἱ ἱερεῖς | |
20 | Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Δεξικρά- |
της, Σώτιμος, Καλλίμ{μ}αχος {²⁶Καλλίμαχος}²⁶, Εὐάγγελος, Ἀ{ι}- | |
χαιὸς {²⁶Ἀχαιὸς}²⁶ Δελφοί, Λυκίσκος, Μενέδαμος Φυσκεῖς. |