[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ἄρχωνος μηνὸς Βουκατίου, ἀπέδοτο Πάσι- |
| χον Πάσωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
| Δημητρία τὸ γένος Θρᾶισσαν, συνευδοκέ[ο]ντος Φιλοκρά- | |
| τεος τοῦ Θευφράστου, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς | |
| 5 | ἐπίστευσε Δαματρία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧ ἐλευθέρα εἶμεν |
| καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον. παραμεινάτω δὲ | |
| Δαματρία παρὰ Πάσιχον ἕως κα ζώη Πάσιχον ποιοῦσα τὸ ποτιτασσό- | |
| μενον πᾶν [τ]ὸ δυνατὸν ἀνεγκλήτως. βεβαιωτῆρες κατὰ τὸν νόμον· Φιλο- | |
| κράτης Θευφράστου, Ξένων Γ<λ>αύκου, Βάκχιος Ἄγρωνος. εἰ δέ τις αὐτᾶς ἐφά- | |
| 10 | πτοιτο ἐπὶ καταδουλισμῶι, κύριος ἔστω συλέων ὁ παρατυχὼν ὡς ἐλευθέραν οὖ- |
| σαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς Τα- | |
| ραντῖνος, Ἀμύντας, οἱ ἄρχοντες Ἀριστοκράτης, Καλλίμαχος, ἰδιῶται Μελισσίων, | |
| Γλαῦκος, Ἀριστίων, Νικόμαχος, Σωδαμίδας, Δίων. |