[ ]
Phokis — Delphi — 175 BC
| 1 | ἄρχοντος Ξενοχάρεος μηνὸς Βυσίου, ἀπέδοτο Φιλὼ Χαρίνου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- |
| μα γυναικεῖον ἇι ὄνομα Νικασώ, τιμᾶς ἀργυρίου μνᾶν ἐννέα, καθὼς ἐπίστευσε Νικασὼ τῶι | |
| θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Νικασὼ καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάν- | |
| τα χρόνον, ποιοῦσαν ὅ κα θέλη. βεβαιωτῆρες· Λύκος Κάλλωνος, Ἀνδρόνικος Πατρέα. | |
| 5 | μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας καὶ ἰδιῶται Δαμένης, Μαντίας Φιλαι- |
| τώλου, Καλλίερος, Θέων, Κρίτων Κράτωνος. |