[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ἀνδρονίκου μηνὸς Ἡραίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Εὐαγόρα, Καλλιμάχου τοῦ Βαβύλου, γραμ- |
| ματεύοντος Εὐαγγέλου τοῦ Σωδαμίδα, ἐπὶ τοῖσδε ἀπέδοτο Κλευπάτρα, Νικαρχίδας, Ἀριστόκληα τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσιπάτρα τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, | |
| καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σωσιπάτρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν | |
| 5 | εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν ἇ κα θέλη. |
| βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἐμμενίδας Καλλία. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
| Ταραντῖνος καὶ οἱ ἄρχοντες Εὐαγόρας, Καλλίμαχος, Εὐάγγελος, ἰδιῶται Μένης, Μνασίθεος, Εὐάγγελος Πάτρωνος, | |
| Δέξιππος, Τιμόκριτος. |