[ ]
Phokis — Delphi — 172 BC
1 | ἄρχοντος Αἰακίδα μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νίκων Θεοξένου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἰωνίς, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς |
ἐπίστευσε Ἰωνὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόν<ον>. βεβαιωτήρ· Κλεόδαμος Κλέωνος. ἐξέστω δέ, εἴ τις | |
ἐφάπτοι{τοι}το {²⁶ἐφάπτοιτο}²⁶ Ἰωνίδος, συλῆν τὸμ παρατυγχάνοντα ὡς ἐλευθέραν οὖσαν Ἰωνίδα ἀζαμίωι ὄντι καὶ ἀνυποδίκωι πάσας δίκας καὶ ζαμίας. ἀπέδο- | |
το δὲ Νίκων Θεοξένου τῶι Ἀπόλλωνι τῶι Πυθίωι καὶ κορίδιον ἇι ὄνομα Ἡδύλα, τιμᾶς ἀργυρίου τριῶν ἡμιμναίων ἐπὶ τοῖσδε· ὥστε ἐλευθέραν εἶμεν | |
5 | καὶ ἀνέφαπτον ἀπὸ πάντων {τὸ} τὸμ πάντα χρόνον Ἡδύλαν, νομιζομέναν θυγατέρα Δωρήματος καὶ ποέουσαν Δωρήματι ὅσα νομίζεται τοῖς γονέοις. |
εἰ δέ τις ἐφάπτοιτο Ἡδύλας, ἐξουσίαν εἶμεν Δωρήματι καὶ ἄλλωι τῶι θέλοντι συλῆν Ἡδύλαν ὡς ἐλευθέραν ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας | |
δίκας καὶ ζαμίας. βεβαιωτήρ· Κλεόδαμος. μάρτυροι· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Εὐκράτης, Ξενέας, Δαμοκράτης, ἰδιῶται Ἀνδρόνικος Φρικίδα, Ἀριστίων Ἄγωνος, Μαντίας [Δα]μοχάρεος, Καλλίερος. |