[ ] Phokis — Delphi — 172 BC
1 ἄρχοντος Αἰακίδα μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νίκων Θεοξένου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἰωνίς, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς
ἐπίστευσε Ἰωνὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόν<ον>. βεβαιωτήρ· Κλεόδαμος Κλέωνος. ἐξέστω δέ, εἴ τις
ἐφάπτοι{τοι}το {²⁶ἐφάπτοιτο}²⁶ Ἰωνίδος, συλῆν τὸμ παρατυγχάνοντα ὡς ἐλευθέραν οὖσαν Ἰωνίδα ἀζαμίωι ὄντι καὶ ἀνυποδίκωι πάσας δίκας καὶ ζαμίας. ἀπέδο-
το δὲ Νίκων Θεοξένου τῶι Ἀπόλλωνι τῶι Πυθίωι καὶ κορίδιον ἇι ὄνομα Ἡδύλα, τιμᾶς ἀργυρίου τριῶν ἡμιμναίων ἐπὶ τοῖσδε· ὥστε ἐλευθέραν εἶμεν
5 καὶ ἀνέφαπτον ἀπὸ πάντων {τὸ} τὸμ πάντα χρόνον Ἡδύλαν, νομιζομέναν θυγατέρα Δωρήματος καὶ ποέουσαν Δωρήματι ὅσα νομίζεται τοῖς γονέοις.
εἰ δέ τις ἐφάπτοιτο Ἡδύλας, ἐξουσίαν εἶμεν Δωρήματι καὶ ἄλλωι τῶι θέλοντι συλῆν Ἡδύλαν ὡς ἐλευθέραν ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας
δίκας καὶ ζαμίας. βεβαιωτήρ· Κλεόδαμος. μάρτυροι· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Εὐκράτης, Ξενέας, Δαμοκράτης, ἰδιῶται Ἀνδρόνικος Φρικίδα, Ἀριστίων Ἄγωνος, Μαντίας [Δα]μοχάρεος, Καλλίερος.
Search Help
Contact Us