[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχο[ντο]ς Κλέωνος μηνὸς Ἰλαίου, ἀπέδοτο Σώπολις Ἀσάνδρου |
Δε[λ]φὸς τ[ῶι] Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
Ἀντιγόνα, σ[υ]νευδοκέοντος καὶ τοῦ υἱοῦ Ἀσάνδρου, ἀργυρίου μνᾶν | |
τριῶν, καθὼς ἐπίστευσε Ἀντιγόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι ἐλευθέ- | |
5 | ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. παραμενέτω δὲ |
Ἀντιγόνα παρὰ Σώπολιν ἕως κα ζῆ Σώπολις ποιοῦσα τὸ ποτιτασσόμενον | |
πᾶν τὸ δυνατὸν ἀνενκλήτως· εἰ δέ κα μὴ ποιῆ, κύριος ἔστω Σώπολις κολά- | |
ζων Ἀντιγόναν ὧι κα θέληι τρόπωι ἢ ἄλλος ὅν κα Σώπολις κελεύηι. | |
βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄσανδρος Σωπόλιος καὶ Ἀστόξενος Διο- | |
10 | νυσίου. εἰ δέ τις αὐτᾶς ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, κύριος ἔστω συλέ- |
ων ὁ παρατυχὼν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος | |
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱε[ρ]εῖς Ἀμύντας, Ταραντῖνος· Καλλί- | |
ερος, Καλλίας Ἐμμενίδα, Αἰακίδας Βαβύλου, Ἀρχέλαος Πυθοφάνεος, Ἀμυνέας. |