[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχο[ντο]ς Κλέωνος μηνὸς Ἰλαίου, ἀπέδοτο Σώπολις Ἀσάνδρου
Δε[λ]φὸς τ[ῶι] Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα
Ἀντιγόνα, σ[υ]νευδοκέοντος καὶ τοῦ υἱοῦ Ἀσάνδρου, ἀργυρίου μνᾶν
τριῶν, καθὼς ἐπίστευσε Ἀντιγόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι ἐλευθέ-
5 ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. παραμενέτω δὲ
Ἀντιγόνα παρὰ Σώπολιν ἕως κα ζῆ Σώπολις ποιοῦσα τὸ ποτιτασσόμενον
πᾶν τὸ δυνατὸν ἀνενκλήτως· εἰ δέ κα μὴ ποιῆ, κύριος ἔστω Σώπολις κολά-
ζων Ἀντιγόναν ὧι κα θέληι τρόπωι ἢ ἄλλος ὅν κα Σώπολις κελεύηι.
βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄσανδρος Σωπόλιος καὶ Ἀστόξενος Διο-
10 νυσίου. εἰ δέ τις αὐτᾶς ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, κύριος ἔστω συλέ-
ων ὁ παρατυχὼν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱε[ρ]εῖς Ἀμύντας, Ταραντῖνος· Καλλί-
ερος, Καλλίας Ἐμμενίδα, Αἰακίδας Βαβύλου, Ἀρχέλαος Πυθοφάνεος, Ἀμυνέας.
Search Help
Contact Us