[ ]
Phokis — Delphi — 170-157/56 BC
| 1 | ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Δαιδαφορίου, ἀπέδοτο Τελεσὼ Μνασικράτεος Δελφίς, συνευδο- |
| κέοντος καὶ τοῦ υἱοῦ Κλέωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικε͂ιον ἇι ὄνομα Λαδίκα τὸ γένος Σύραν, | |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Λαδίκα τῶι θεῶι τὰν ὠνάν, | |
| ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέουσα ὅ κα θέληι | |
| 5 | καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀστόξενος Διονυσίου. |
| εἰ δέ τις ἐφάπτοιτο Λαδίκας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰ[ν] | |
| ἅ τε ἀποδομένα Τελεσὼ καὶ ὁ βεβαιωτὴρ Ἀστόξενος· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν | |
| τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
| των συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας | |
| 10 | μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀριστίων, Ἄσαν- |
| δρος, Ἀριστόμαχος, ἰδιῶται Πατρέας, Εὐκράτης, Ἀστόξενος, Κλέων, Ἀρτεμίδωρος, Χαρίξενος. |