[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου, |
| [ἐ]πὶ τοῖσδε ἀπέδοτο Νικὼ Ἀθανίωνος τοῖ Ἀ- | |
| πόλλωνι τοῖ Πυθίοι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φαι- | |
| νέας, τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν | |
| 5 | ἔχει, καθὼς διεπίστευσαν Φαινέας καὶ Ἀπολλόδω- |
| ρος ὁ Σωπάτρου τῶι θεῶι τὰν ὠνάν, ὥστε παραμεῖναι | |
| Φαινέαν παρὰ Ἀπολλόδωρον, ἕως κα ζῆ Ἀπολλόδωρος, | |
| καὶ γηροτροφῆσαι Φαινέαν Ἀπολλόδωρον τὸν Σωπάτρου, | |
| ἐπεὶ ἔδωκε Ἀπολλόδωρος ὑπὲρ Φαινέαν Νικοῖ τὰς πέντε | |
| 10 | μνᾶς. ποείτω δὲ Φαινέας Ἀπολλοδώροι πάντα τὰ δυνατὰ ἀ- |
| νεκκλήτως καὶ νυκτὸς καὶ ἁμέρας, καὶ μὴ ἐνκαταλιπέτω Φαινέ- | |
| ας Ἀπολλοδώρον μηδεμίαι παρευρέσει· εἰ δὲ μή, ἀγώγιμος ἔστω | |
| Φαινέας πανιαχόθεν ἐκ {κ} πάσας πόλιος καὶ ἱεροῦ Ἀπολλοδώροι καὶ ἴ | |
| κά τινι ἄλλοι συντάξη Ἀπολλόδωρος, καὶ ἐξέστω Ἀπολλοδώροι | |
| 15 | καὶ ἄλλοι ὑπὲρ Ἀπολλόδωρον ὅν κα Ἀπολλόδωρος κελεύση κολάζειν |
| Φαινέαν τρόποι οἷ κα θέλωσιν· ἴ τι ἁλίσκοιτο Φαινέας κακοτεχνῶν καὶ | |
| μὴ ποιῶν τὰ γεγραμμένα, πλὰν μὴ πωλησάτω Ἀπολλόδωρος Φαινέαν. | |
| ἐπεὶ δέ κα γηροτροφήση Φαινέας Ἀπολλόδωρον ἀνεκκλήτως καὶ θάψη καὶ τὰ νο- | |
| μιζόμενα ποήση πάντα ὅσα νομίζεται τοῖς τεθνακότοις, ἐλεύθερος ἔσ[τω] καὶ | |
| 20 | ἴ τις ἐφάπτοιτο Φαινέα, κύριος ἔστω συλέων αὐσαυτὸν καὶ ἄλλος ὁ θέλων ἀ[ζ]άμιοι ὄν- |
| τες καὶ ἀνυπόδικοι. βεβαιωτῆρες κατὰ τὸν νόμον· οἱ Νικοῦς ὑοὶ καὶ Ἀρίστωνος Δαμοφάνης, | |
| Ἀθανίων. μάρτυρες· οἱ ἱε[ρεῖς] τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἀλέξων, Εὐκ[λ]είδας, | |
| Πάτρων, Ἀριστόλαος. |