[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος ἐν Ἐρινεῶι Ἀντιμάχου μηνὸς Λαφρίου, ἐν Δελφοῖς |
| δὲ ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα μηνὸς Θευξενίου, | |
| ἐπὶ τοῖσδε ἀπέδοτο Μνασίξενος Πηλεκλέα Ἐριναῖος τῶι | |
| Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νικὼ τὸ | |
| 5 | γένος Θρᾶισ<σ>αν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε |
| Νικὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα- | |
| πτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· | |
| Νικέας Σωσιξένου Δελφός, Νικόμαχος Δεξίππου Δελφός. παραμεινάτω δὲ Νικὼ παρὰ Μνασίξενον, ἄχρι κα | |
| ζώῃ Μνασίξενος, καὶ ἐκθρεψάτω παιδάρια δύο ἀδόλως καὶ τὰ λοιπὰ ποιοῦσα τὸ ποτιτασσόμενον | |
| 10 | πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ τί κα μὴ ποιήσῃ Νικὼ τῶν ποτιτασσομένων ὑπὸ Μνασιξένου, καθὼς |
| γέγραπται, δυνατὰ ἐοῦσα, ἐξέστω Μνασιξένω κολάζειν καθώς κα αὐτὸς θέλῃ καὶ ἄλ<λ>ω ὑπὲρ Μνασίξε- | |
| νον ὅν κα Μνασίξενος κελεύσῃ ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθῃ | |
| Μνασίξενος, ἐλευθέρα ἔστω Νικὼ κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιοῦσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέ- | |
| ληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι Μνασιξένου τελευτάσαντος, | |
| 15 | βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες |
| κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
| μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταρατῖνος καὶ τῶν ἀρχόντων Νικόμαχος, ἰδιῶται Ξεναγόρας, Εὐκλεί- | |
| δας, Μένης, Κάρπος Δελφοί, Ξενίας Καλλίερος, Καλλίστρατος Ἀμφισσεῖς. ἁ συγγραφὰ παρ’ Εὐκλείδαν. |