[ ] Phokis — Delphi — 170-157/156 BC
1 στραταγέοντος [τῶν Φωκέων] Κ[αφι]ος Φανατέος μηνὸς τρίτου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀνδρονίκου μηνὸς
Ποιτροπίου, ἐπὶ τ[οῖσδε ἀπέδοτο Ἀγ]αμήστωρ Τελέστα Λιλαιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθ[ί]ωι σῶμα γυναικεῖον ἇι ὄνομα
Ζωπύρα τὸ γένος Θρ[ᾶισσαν, καὶ σώματ]α ἀνδρεῖα δύο οἷς ὀνόματα Ἀγαμήστωρ, Τελέστας, τὸ γένος οἰκογενεῖς, τιμᾶς ἀργυ-
ρίου μνᾶν ἑπτά, καθὼ[ς ἐπίστευσαν] Ζωπύρα, Ἀγαμήστωρ, Τελέστας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ
5 ἀνε[φά]πτους ἀπὸ πάν[των τὸμ πάν]τα βίον, παραμείναντας ἄχρι κα ζώη Ἀγαμήστωρ. βεβαιωτὴρ κατὰ τὰν συμβολάν·
Πολύγνωτος Πολυξέν[ου] Λιλαιεύς. μάρτυ[ρ]ες· τοὶ ἱερεῖ{ει}ς {²⁶ἱερεῖς}²⁶ Ἀμύντας, Ταραντῖνος καὶ τοὶ ἄρχοντες Καλλίμαχος,
Εὐαγόρας, ἰδ[ι]ῶτα[ι] Μαντί[α]ς Δαμοχάρεος, Κάλλων Λεπτίνα, Σώδαμος Ἀνδροπείθεος, Ἀστύοχος, Ὀρθαγόρας, Ξενοκράτης
Δελφοί, Κα[λ]λίξ[ε]νος Λιλαιεύς. ἁ ὠνὰ παρὰ Ξενοκράτη Δελφὸν καὶ παρὰ Καλλίξενον Λιλαιῆ.
Search Help