[ ] Phokis — Delphi — ca. 156-151 BC
1 ἄρχοντος Πατρέα τοῦ Ἀνδρονίκου μηνὸς Βυσίου, ἀπέ[δ]οτο Σωσί-
ας Σωσία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ[ν]ο-
μα Νικαία τὸ γένος ἐξ Ἀργεθίας καὶ τὸν ὑὸν αὐτᾶς Ἰσθμόν, τιμᾶς
ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Νικαία καὶ Ἰσθμὸς
5 τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα
βίον. παραμεινάτω δὲ Νικαία καὶ Ἰσθμὸς παρὰ Σωσίαν ἄχρι οὗ κα ζώη Σωσίας, ποιέοντες πᾶν
τὸ ποτιτασσόμενον Σωσία τὸ δυνατὸν [ἀ]νενκλήτως· εἰ δὲ μὴ ποιέοιν Νικαία καὶ Ἰσθμός, μὴ
ἔστω βέβαιος αὐτοῖς ἁ ὠνά, ἀλλὰ ἄκυρος ἔστω. εἰ δέ τι ἐνκαλέοι Σωσίας Νικαία ἢ Ἰσθμῶ, ἐπικρι-
θέντω ἐν ἄνδροις τρίοις· ὅ τι δέ κα οὗτοι κρίνωντι, κύριον ἔστω. εἰ δέ τί κα πάθη Σωσίας, ποιη-
10 σάτω τὰ ποτὶ γᾶν πάντα τὰ νομιζόμενα Νικαία καὶ Ἰσθμός. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς
πόλιος· Τιμόκριτος Εὐκλείδα. εἰ δέ τις ἅπτοιτο Νικαίας ἢ Ἰσθμοῦ ἐπὶ καταδουλισμῶι ἐπεί
κά τι πάθη Σωσίας, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι [τ]ὰν ὠνάν. ὁμοίως δὲ καὶ οἱ παρα-
τυνχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀ-
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλω]ος
15 Ἀμύντας, Ἀνδρόνι-
κος καὶ τῶν ἀρχόντων Πολυκράτης, Πασίων καὶ ἰδιῶται Πατρέας, Εὐκλείδας,  Εὐαγόρας,
Τιμόκριτος.
Search Help
Contact Us