[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Εὐδώρου μηνὸς Εἰλαίου, ἐν δὲ Ἀμφίσσαι ἄρ- |
| χοντος Λυκώπου μηνὸς Ἀμῶνος, ἀπέδοτο Ἀριστομήδης Ἀντιγένε- | |
| ος Ἀμφισσεύς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Χαιρεδάμου, τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Καλλ<ι>κράτεια ἐνδογενῆ, καθὼς ἐπίστευ- | |
| 5 | σε Καλλικράτεια τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀ- |
| πὸ πάντων τὸν πάντα βίον ποιοῦσαν ὅ κα θέλη, τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τιμὰν | |
| ἔχει πᾶσαν. βεβαιωτῆρες κατὰ τὸ σύμβολον· Χαιρέδαμος Ἀριστομήδεος Ἀμφισσεὺς | |
| καὶ Εὐάγγελος Πάτρωνος Δελφός. μὴ κυρία δὲ ἔστω Καλλικράτεια ἀπαλλοτριώου- | |
| σα τὰ ὑπάρχοντα εἰ ἀγενὴς μεταλλάξαι τὸμ βίον, μηδὲ τὰ ἐκ ταύτας τέκνα | |
| 10 | εἰ ἀγενῆ μεταλλάξαιεν τὸμ βίον. μάρτυροι· ὁ ἱερεὺς Ἀνδρόνικος καὶ ὁ ἄρχων Εὐκλῆς Καλ- |
| λιστράτου, ἰδιῶται Κλέων Δαμοσθένεος, Μενέστρατος, Θεόφιλος Σωσιγένεος, Χαρίξενος Ἀστί- | |
| α, Σωσιγένης Εὐθυμίδα Δελφοί. |