[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος ἐν Δελφοῖς Εὐδώρου μηνὸς Εἰλαίου, ἐν δὲ Ἀμφίσσαι ἄρ-
χοντος Λυκώπου μηνὸς Ἀμῶνος, ἀπέδοτο Ἀριστομήδης Ἀντιγένε-
ος Ἀμφισσεύς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Χαιρεδάμου, τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Καλλ<ι>κράτεια ἐνδογενῆ, καθὼς ἐπίστευ-
5 σε Καλλικράτεια τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀ-
πὸ πάντων τὸν πάντα βίον ποιοῦσαν ὅ κα θέλη, τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τιμὰν
ἔχει πᾶσαν. βεβαιωτῆρες κατὰ τὸ σύμβολον· Χαιρέδαμος Ἀριστομήδεος Ἀμφισσεὺς
καὶ Εὐάγγελος Πάτρωνος Δελφός. μὴ κυρία δὲ ἔστω Καλλικράτεια ἀπαλλοτριώου-
σα τὰ ὑπάρχοντα εἰ ἀγενὴς μεταλλάξαι τὸμ βίον, μηδὲ τὰ ἐκ ταύτας τέκνα
10 εἰ ἀγενῆ μεταλλάξαιεν τὸμ βίον. μάρτυροι· ὁ ἱερεὺς Ἀνδρόνικος καὶ ὁ ἄρχων Εὐκλῆς Καλ-
λιστράτου, ἰδιῶται Κλέων Δαμοσθένεος, Μενέστρατος, Θεόφιλος Σωσιγένεος, Χαρίξενος Ἀστί-
α, Σωσιγένης Εὐθυμίδα Δελφοί.
Search Help
Contact Us