[ ]
Phokis — Delphi — undated — SGDI 2765
| I.1 | Δελφοὶ ἔδωκαν Μνασέαι Μενάνδρου Παριανῶι |
| αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, | |
| προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν- | |
| των καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
| 5 | καὶ εὐεργέταις· ἄρχοντος Ἀρισταγόρα, βουλευόν- |
| των Δάμωνος, Ταραντίνου, Ἵππωνος. | |
| II.7 | Δελφοὶ ἔδωκαν Μητροφάντωι Ἑστιαίου Παρια[νῶι] |
| αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, | |
| προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν- | |
| 10 | των καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις |
| καὶ εὐεργέταις· ἄρχοντος Ἀρισταγόρα, βουλευόν- | |
| των Δάμωνος, Ταραντίνου, Ἵππωνος. | |
| III.13 | θεοί· |
| Δελφοὶ ἔδωκαν Φιλάρχωι Ἑλλανίωνος Μακεδόνι Ἐ[λ]ειμιώτ[ηι] | |
| 15 | ἐκ Πυθείου αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρί- |
| αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλ- | |
| λοις προξένοις καὶ εὐεργέταις· ἄρχοντος Ἀρισταγόρα, βουλευόν- | |
| των Δάμωνος, Ταραντίνου, [Ἵππωνος]. |