[ ] Phokis — Delphi — 276/5 BC — SIG(3) 438; SGDI 2746
1 [ἄ]ρχοντος Ἀριστίωνος, βουλευόν-
των Εὐαγόρα, Αἰακίδα, Μαντία, Δί-
ωνος, Ἐπικράτεος· ἔδοξε τᾶι πό-
λει τῶν Δελφῶν ἐν ἀγορᾶι τελε-
5 ίωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐ-
πειδὴ Κότυς Ῥαίζδου Θραικῶν
βασιλεὺς ἔν τε τοῖς πρότερον
χρόνοις εὔνους ὢν διετέλει
τῶι τε ἱερῶι καὶ τᾶι πόλει, καὶ το-
10 ῖς ἰδίαι παραγινομένοις πο-
τὶ αὐτὸν φιλανθρώπως χρεί-
μενος, καὶ νῦν παραγενόμε-
νος Τύριλλος ὁ Νεαπολίτας
ἐνεφάνισε τὰν αἵρεσιν ἃν ἔ-
15 χει ποτί τε τὸ ἱερὸν καὶ τὰν πό-
λιν· δεδόχθαι τᾶι πόλει· ἐπαι-
νέσαι Κότυν Ῥαίζδου Θραικῶν
βασιλέα, ἀνανεώσασθαι δὲ
καὶ τὰν ὑπάρχουσαν αὐτῶι προ-
20 ξενίαν καὶ εἶμεν αὐτὸν πρόξε-
νον καὶ αὐτὸν καὶ ἐκγόν̣[ο]υς καὶ
ὑπάρχειν αὐτῶι κα̣[ὶ ἐκ]γόνοις πρ-
ομαντείαν, ἀσυ̣[λία]ν, ἀτέλειαν,
προεδρίαν ἐμ [πᾶ]σι τοῖς ἀγῶσι-
25 ν οἷς ἁ πόλις [τίθ]ητι καὶ τἆλλα ὅ-
σα καὶ τοῖ[ς] ἄλλοις προξένοις
καὶ εὐεργέταις τᾶς πόλιος, ἀ-
ν̣αγ[ρ]ά̣ψαι δὲ τόδε τὸ ψάφισμα
[ἐ]ν στάλαι καὶ ἀναθέμεν ἐν
30 τῶι ἐπιφανεστάτωι τόπωι
τοῦ ἱεροῦ.
Search Help
Contact Us