[ ] Phokis — Delphi — end 3rd c. BC — SIG(3) 538; SGDI 2673
1                 θεο[ί]·
[ἄρχ]οντος ἐν Δελφοῖς Δα[— — — — — — —]
[— — —], ἱερομναμονού<ν>των· Αἰτωλ[ῶν]
[— — —]άνδρου Φόλ̣α, Κρατίνου Τριτ[ος],
5 [— — —]στράτου Σκαρφέος, Ἀλεξάνδ[ρου]
[— — —]ιάδα, Φιλεταίρου Μελιταιέος, Μ[ε]-
[νεκρ]ά̣τεος Λεπαδαίου, Ἀνδρονίκου Κ[υ]-
[τινιέο]ς, Λυκέα Ῥαδανίου, Νικιάδα Κυφα[ι]-
[ρέος, Ἀρ]χεδάμου Προσχείου, Φαλαίκου
10 [— — — —]ά̣ου, Ἀριστοδάμου Πρώννου, Λυ-
[— — — —]ου, Ἡρία Δελφῶν· Εἰρανίωνος
[Ἀθ]αναίου, Ἀλθαίου Χίου, Ἀπολλοδώρου
[Τ]αναγραίου· ἔδοξεν τοῖς ἀμφικτύοσι·
[ἐ]πειδὴ Φίλιστος Μοσχίωνος Κῶιος,
15 [ἰατρ]εύων ἐν Δελφοῖς τὰς χρείας πα-
[ρέ]χεται κατὰ τὰν τέχναν ἀπροφασί-
στως, ἐκτενῶς πᾶσι τοῖς παραγινο-
μένοις ποτὶ τὸν θεὸν ἀξίως τᾶς τῶν
Κώιων πόλιος, τάν τε λοιπὰν ἀναστροφὰ-
20 ν καλ{λ}ῶς {²⁶καλῶς}²⁶ καὶ ἐνδόξως ποεῖται, ἐπαινέ-
σαι τε οὖν αὐτὸν καὶ στεφανῶσαι χρυ-
σῶι στεφάνωι καὶ ἀναγορεῦσαι ἐν
τῶι γυμνικῶι <ἀγῶνι> τῶν Σωτηρίων· δεδό-
σθαι δὲ αὐτῶι καὶ προδικίαν· εἶμεν δὲ καὶ
25 ἀσφάλειαν <αὐ>τῶι καὶ πολέμου καὶ εἰράνας·
ἀναγράψαι δὲ τὰ δεδογμένα ἐν στά-
λαν λιθίναν καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι
τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· δόμεν [δ]
[κ]αὶ τοῖς τὰ Πύθια ἐπαγγελλόντοις τᾶι
30 τῶν Κώιων πόλει τοῦ ψαφίσματος τὸ ἀ[ν]-
[τ]ίγραφον ὅπως ἀναγορευθῇ ὁ στέφανος
[τ]οῖς Διονυσίοις τοῖς ἐν Κῶι καὶ τοῖς
[Ἀ]σκλαπιείοις· ἀναθέμεν δὲ καὶ στάλ[αν]
[ἐ]ν τῶι ἱερῶι τοῦ Ἀσκλαπιοῦ.
Search Help
Contact Us