[ ]
Phokis — Delphi — end 3rd c. BC — SIG(3) 538; SGDI 2673
| 1 | θεο[ί]· |
| [ἄρχ]οντος ἐν Δελφοῖς Δα[— — — — — — —] | |
| [— — —], ἱερομναμονού<ν>των· Αἰτωλ[ῶν] | |
| [— — —]άνδρου Φόλ̣α, Κρατίνου Τριτέ[ος], | |
| 5 | [— — —]στράτου Σκαρφέος, Ἀλεξάνδ[ρου] |
| [— — —]ιάδα, Φιλεταίρου Μελιταιέος, Μ[ε]- | |
| [νεκρ]ά̣τεος Λεπαδαίου, Ἀνδρονίκου Κ[υ]- | |
| [τινιέο]ς, Λυκέα Ῥαδανίου, Νικιάδα Κυφα[ι]- | |
| [ρέος, Ἀρ]χεδάμου Προσχείου, Φαλαίκου | |
| 10 | [— — — —]ά̣ου, Ἀριστοδάμου Πρώννου, Λυ- |
| [— — — —]ου, Ἡρία Δελφῶν· Εἰρανίωνος | |
| [Ἀθ]αναίου, Ἀλθαίου Χίου, Ἀπολλοδώρου | |
| [Τ]αναγραίου· ἔδοξεν τοῖς ἀμφικτύοσι· | |
| [ἐ]πειδὴ Φίλιστος Μοσχίωνος Κῶιος, | |
| 15 | [ἰατρ]εύων ἐν Δελφοῖς τὰς χρείας πα- |
| [ρέ]χεται κατὰ τὰν τέχναν ἀπροφασί- | |
| στως, ἐκτενῶς πᾶσι τοῖς παραγινο- | |
| μένοις ποτὶ τὸν θεὸν ἀξίως τᾶς τῶν | |
| Κώιων πόλιος, τάν τε λοιπὰν ἀναστροφὰ- | |
| 20 | ν καλ{λ}ῶς {²⁶καλῶς}²⁶ καὶ ἐνδόξως ποεῖται, ἐπαινέ- |
| σαι τε οὖν αὐτὸν καὶ στεφανῶσαι χρυ- | |
| σῶι στεφάνωι καὶ ἀναγορεῦσαι ἐν | |
| τῶι γυμνικῶι <ἀγῶνι> τῶν Σωτηρίων· δεδό- | |
| σθαι δὲ αὐτῶι καὶ προδικίαν· εἶμεν δὲ καὶ | |
| 25 | ἀσφάλειαν <αὐ>τῶι καὶ πολέμου καὶ εἰράνας· |
| ἀναγράψαι δὲ τὰ δεδογμένα ἐν στά- | |
| λαν λιθίναν καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι | |
| τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· δόμεν [δ]ὲ | |
| [κ]αὶ τοῖς τὰ Πύθια ἐπαγγελλόντοις τᾶι | |
| 30 | τῶν Κώιων πόλει τοῦ ψαφίσματος τὸ ἀ[ν]- |
| [τ]ίγραφον ὅπως ἀναγορευθῇ ὁ στέφανος | |
| [τ]οῖς Διονυσίοις τοῖς ἐν Κῶι καὶ τοῖς | |
| [Ἀ]σκλαπιείοις· ἀναθέμεν δὲ καὶ στάλ[αν] | |
| [ἐ]ν τῶι ἱερῶι τοῦ Ἀσκλαπιοῦ. |