[ ]
Phokis — Delphi — ca. 273/2 BC
| 1 | [θεοί] |
| [Δελφοὶ ἔ]δωκαν Π̣[․․․․․]ί̣δ̣ηι Νικηρ[άτου] | |
| Πεπαρηθίωι αὐτῶι καὶ ἐκγόνοις προξε[νίαν], | |
| προμαντείαν, προεδρίαν, προδικίαν, | |
| 5 | ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα |
| ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ [εὐεργέ]- | |
| ταις. ἄρχοντος Ἀρχιάδα, βουλευόντων [Ἀριστο]- | |
| [μ]άχου, Αἰνησίλα, Στράτωνος. |