[ ]
Phokis — Delphi — end 3rd c. BC — SIG(3) 553aC
| 1 | θεοί. |
| ἄρχοντος Εὐαγγέλου, βουλευόντων Κλέωνος, Κλεοδάμου, Ἀμύντα· | |
| ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· | |
| ἐπειδὴ Φιλλέας Μίκκου Ναυπάκτιος ἔν [τ]ε το[ῖ]ς ἔμπροσθεν χρόνοις | |
| 5 | εὔνους ὢν διετέλει τᾶι πόλει καὶ νῦν κατασταθεὶς ὑπὸ τῶν Αἰτωλῶν |
| ἐπιμελητὰς τοῦ τε ἱεροῦ καὶ τᾶς πόλιος ὁσίως καὶ ἐνδόξως τό τε ἱερὸν | |
| καὶ τὰν πόλιν διεφύλαξε καὶ τοῖς πολίταις συνανεστράφη καλῶς | |
| καὶ εὐγνωμόνως τάν τε ὑπάρχουσαν ὁμόνοιαν ποτί τε αὐτοσαυτοὺς | |
| καὶ ποτὶ τοὺς Αἰτωλοὺς ἐπὶ πλεῖον συναύξησε· δεδόχθαι ἐπαινέσαι | |
| 10 | Φιλλέαν Μίκκου Ναυπάκτιον εὐσεβείας ἕνεκεν καὶ εὐεργεσίας |
| τᾶς εἰς τὸ ἱερὸν καὶ τὰν πόλιν καὶ εἶμεν αὐτὸν πρόξενον τᾶς πόλιος | |
| καὶ ἐκγόνους· ὑπάρχειν δὲ αὐτῶι καὶ ἐκγόνοις προμαντείαν, ἀσυλίαν, | |
| ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, | |
| καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ ἱεροῦ | |
| 15 | καὶ τᾶς πόλιος· [δ]εδόσθαι δὲ αὐτῶι και ἐκγόνοις καὶ ἐπινομίαν |
| ἐν τᾶι Δελφίδι τὸν πάντα χρόνον. |