[ ] Phokis — Delphi — end 3rd c. BC — SIG(3) 553aC
1                                  θεοί.
ἄρχοντος Εὐαγγέλου, βουλευόντων Κλέωνος, Κλεοδάμου, Ἀμύντα·
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις·
ἐπειδὴ Φιλλέας Μίκκου Ναυπάκτιος ἔν [τ]ε το[ῖ]ς ἔμπροσθεν χρόνοις
5 εὔνους ὢν διετέλει τᾶι πόλει καὶ νῦν κατασταθεὶς ὑπὸ τῶν Αἰτωλῶν
ἐπιμελητὰς τοῦ τε ἱεροῦ καὶ τᾶς πόλιος ὁσίως καὶ ἐνδόξως τό τε ἱερὸν
καὶ τὰν πόλιν διεφύλαξε καὶ τοῖς πολίταις συνανεστράφη καλῶς
καὶ εὐγνωμόνως τάν τε ὑπάρχουσαν ὁμόνοιαν ποτί τε αὐτοσαυτοὺς
καὶ ποτὶ τοὺς Αἰτωλοὺς ἐπὶ πλεῖον συναύξησε· δεδόχθαι ἐπαινέσαι
10 Φιλλέαν Μίκκου Ναυπάκτιον εὐσεβείας ἕνεκεν καὶ εὐεργεσίας
τᾶς εἰς τὸ ἱερὸν καὶ τὰν πόλιν καὶ εἶμεν αὐτὸν πρόξενον τᾶς πόλιος
καὶ ἐκγόνους· ὑπάρχειν δὲ αὐτῶι καὶ ἐκγόνοις προμαντείαν, ἀσυλίαν,
ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι,
καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ ἱεροῦ
15 καὶ τᾶς πόλιος· [δ]εδόσθαι δὲ αὐτῶι και ἐκγόνοις καὶ ἐπινομίαν
ἐν τᾶι Δελφίδι τὸν πάντα χρόνον.
Search Help
Contact Us