[ ]
Phokis — Delphi — ca. 208 BC
| 1 | θε[οί. τύ]χαι ἀγαθᾶι. |
| ἐπειδὴ ο[ἱ] ἀποσταλέντες ὑπὸ τοῦ βασιλέως Ἀτ<τ>άλου ἐπὶ τὰν φυλα[κὰν] | |
| [τ]ᾶς πόλιος τῶν Λιλαιέων οἱ στρατιῶται καὶ ἁγεμόνες οἱ μετὰ Θρασ[υμάχου ἀπο]- | |
| σταλέντες τ[ά]ν τε πόλιν δι[ε]φύλαξαν μετά τε τοῦ δαιμονίου [καὶ τῶν] πολιτᾶ[ν] | |
| 5 | καὶ τὰν λοιπὰν ἀναστροφ[ὰ]ν ἐποήσαντ[ο] καλῶς καὶ δ[ι]καίως καὶ [ὁ]σ[ί]ως· ἔδοξ- |
| ε τᾶι πόλει τῶν Λιλαιέων· τόν τε ἁγεμόνα Θρασύμαχον καὶ το[ὺ]ς μετὰ αὐτοῦ | |
| στρατιώτας καὶ ἡγεμόνας τοὺς ἐλθόντας ἐπὶ τὰν φυλακὰν τᾶς πόλιος | |
| <προξένους> εἶμεν <καὶ> εὐεργέτας τᾶς πόλιος· ὑπάρχειν δὲ αὐτοῖς καὶ ἰσοπολιτεί- | |
| αν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰράνας καὶ τὰ λοιπὰ πάντα ὅσα καὶ τοῖς ἄλ- | |
| 10 | λοις προξένοις καὶ εὐεργέταις· δεδόσθω δὲ καὶ τῶι ξεναγῶι αὐτῶν Ἀθη- |
| νοδώρωι ἅ τε προξεν[ί]α καὶ ἰσοπολιτεία καθὼς καὶ τοῖς στρατιώταις | |
| αὐτοῦ. ἀρχόντων Πράξωνος, Εὐάνορος· ἱερ<ητ>εύοντος τῶι [Καφισῶι] Τιμανγ[έλου]. | |
| col. I.13 | Θρασυμάχωι Ἀριστίωνος Αἰνιᾶνι |
| Ἀθηνοδώρωι Ἀλ[ε]ξιάδ̣[ου Περ]γαμηνῶι | |
| 15 | Ἀντι[πά]τρωι Ἀρισ․․․․․․ους Π[ερ]γαμηνῶι |
| Ἀπ[ολ]λωνίωι Ἀσκληπ[ιάδ]ου Κολ[ο]φωνίωι | |
| Ἀρτεμιδώρωι Δι[ον]υσίου Περγαμηνῶι | |
| [․․․]ημωι Διονυσίου Βισανθηνῶι | |
| Διονυσίωι Ἀρχελάου Π[ερ]γαμη[νῶι] | |
| 20 | Μητροδώρωι Ἀπ[ο]λλωνίου Περγαμηνῶι |
| [․․․․]φωι Εὐ[․․]ν̣ου Περγαμηνῶι | |
| Ἀπολλωνί[ωι] Ἀσ[— — —]αίου Περγαμηνῶι | |
| Λ[․․]ΕΙωι Τε[․․․]ου Περγαμηνῶι | |
| Σωσθείδει Νε[— — —] Περγαμηνῶι | |
| 25 | [Ἀν?]τέρωτι Ἡρα[— — —]ς Περγαμηνῶι |
| Ἀρτεμιδώρωι Εὐθ[υ]δάμου Περ<γ>αμηνῶι | |
| [Μη]νοφίλωι Λ[․․․․]Λ[․]ους Περγαμηνῶι | |
| Ἀ[ρκέ?]σων[ι — —]Ω[— —] Περγαμηνῶι | |
| [․․․]Ιον[— — — — — — — Π]εργαμηνῶι | |
| 30 | [․․․]άνδρω[ι — — —] Περγαμηνῶι |
| [․․․]ΟΚΑΛΟΙΝ․Ι Μενίσ[κ]ου Περγαμηνῶι | |
| [․․․]ΛΗΜ — Μά[κ]ρωνος Περγαμηνῶι | |
| [— — —]ανωι Διονυσίου Περγαμηνῶι | |
| col. II.13 | Μηνοφῶντι Η[․․]ν[— — Πε]ργαμ[ην]ῶι |
| Κλεινομάχωι Γλαύκου Περγαμηνῶι | |
| 15 | Ἀρτέμωνι Ἡρακλείδου Περγαμη[νῶι] |
| Αἰσχρίωνι Ἀσστια[․․․] Περγαμηνῶι | |
| Ἀπ․Ν․ΕΙ Δάμωνος Περγαμηνῶι | |
| Ἑρμογένει Μενίππου Περγαμηνῶι | |
| Ἀμύνται Τιμοθέου Περγαμηνῶι | |
| 20 | Ἀσκληπιάδει Σωπάτρου Περγαμηνῶι |
| Μάκρωνι Ἀματόκου Περγαμηνῶι | |
| Διονυσίωι Δημητρίου Περγαμηνῶι | |
| Ἑρμοκρίτωι [․․․․․․] Περγαμηνῶι | |
| Ἡλιοδώ[ρωι] Φιλάγρου Περγαμηνῶι | |
| 25 | Δημητρίωι Δημητρίου Περγαμηνῶι |
| Μητροφάνει Μελεάγρου Περγαμηνῶι | |
| [— — — — — — — — — — — —] Βισανθ[ηνῶι] | |
| Β̣ί̣θυι Κλέωνος Βισανθηνῶι | |
| Ἀπολλωνίωι [․․․․․․․]ου Περγαμηνῶι | |
| 30 | Ἕρμωνι Ἀγαθοκλέους Περγαμηνῶι |
| Εὐαγόρ[αι Μ]ν̣ασιτίμου? Περγαμηνῶι | |
| Δ[․․․]ΝΙ[․․․․]ΟΡΑ[․․․]ου Περ[γαμηνῶι] | |
| Τιμοφά[ν]ει Κλέ[ωνο]ς Περγ[αμηνῶι] |