[ ]
Phokis — Delphi — end 1st c. AD
1 | θεός. τύχα ἀγαθά. |
Δελφοὶ ἔδωκαν Μ. Ο[․․․․․] | |
ῳ Διοτείμῳ Χείῳ πολ[ιτείαν αὐ]- | |
τῷ καὶ ἐγγόνοις αὐτοῦ, π[ρο]- | |
5 | μαντείαν, προξενίαν, πρ[ο]- |
δικίαν, ἀσυλίαν, προεδρίαν, | |
ἀτέλειαν πᾶσαν, γᾶς καὶ οἰ- | |
κίας ἔνκτησιν καὶ τἆλλα τεί- | |
μια ὅσα τοῖς καλοῖς καὶ ἀγα- | |
10 | θοῖς ἀνδράσι δίδοται. ἄρ- |
χοντος Γ. Μεμμίου Εὐθυ- | |
δάμου τὸ γʹ, βουλευ[όν]των | |
Εὐφροσύνου τοῦ Δάμωνος | |
καὶ Γλαυκία τοῦ Ἀντιγόνου. |