[ ]
Phokis — Delphi — ca. 8 AD
1 | [ἄρχοντος ἐν Ἐλατείᾳ ․․․․․․․․․․․․․․ τοῦ ․․․․․․․․․․․․․․․․․], μηνὸς πέντου καθὼς Ἐ[λα]- |
[τεῖς ἄγουσιν, ἐν δὲ Δελφοῖ]ς ἄρχοντος Νικάνδρου τοῦ Νικάνδρου, μηνὸς Βυσίου, ἀπέδοτ[ο] | |
[Εἰσιδώρα ․․․․․․․․․․․․․․․]ς, συν<ε>υαρεστεόντων καὶ τῶν υἱῶν αὐτᾶς Φιλοκλέος καὶ Μ[․․] | |
[․․․․, τῷ Ἀπόλλωνι τῷ Πυ]θίῳ σῶμα γυναικῆον κοράσιον, ᾧ ὄνομα Σωτηρίχα, τιμᾶς | |
5 | [ἀργυρίου μνᾶν ․․․․, καὶ τὰν] τιμὰν ἀπέχει πᾶσαν, ὥστε εἶμεν Σωτηρίχαν ἐλευθέραν ἀπὸ |
[πάντων, μηδενὶ μηδὲν πο]θήκουσαν πάντα τὸν τᾶς ζωᾶς χρόνον, ποιοῦσαν Εἰσιδώρᾳ πᾶν [τὸ] | |
[ἐπιτασσόμενον ἀνεγκ]λήτως. εἰ δέ τι ἀπιθέοι Σωτηρίχα, ἐξουσίαν ἐχέτω Εἰσιδώρα ἐπιτι- | |
[μέουσα αὐτὰν τρόπῳ] ᾧ κα θέλῃ. εἰ δέ τι πάθοι Εἰσιδώρα, ποιησάτω Σωτηρίχα τὰ ποτὶ γᾶν | |
[πάντα, καθὼς ὁ νόμ]ος ἐστί. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίχας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν- | |
10 | [τω τῷ θεῷ τὰν ὠνὰ]ν ἅ τε ἀποδομένα καὶ οἱ βεβαιωτῆρες· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω σ[υ]- |
[λέων Σωτηρίχαν ὡς ἐ]λευθέραν καὶ μηδενὶ μηδὲν ποθήκουσαν. καθέστακα δὲ καὶ βεβαιωτῆρας | |
[․․․․․․․․․․․․․․․․․]λαον Χαιρελάου ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ μάρτυρες· οἵ τε ἱερεῖ[ς] | |
[τοῦ Ἀπόλλωνος Δι]όδωρος Φιλονίκου, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου, | |
[καὶ οἱ ἄρχοντες Δι]όδωρος Ὀρέστα, Εὔδωρος Ἐπινίκου, [․․․․․․․․․․․․․․․․․․․․․․ ․․․․․] | |
15 | [․․․․․․․․․․․․․․․․․․․․․․․․] Λαμένης Εὐκράτους. |