[ ]
Phokis — Delphi — ca. 8 AD
| 1 | [ἄρχοντος ἐν Ἐλατείᾳ ․․․․․․․․․․․․․․ τοῦ ․․․․․․․․․․․․․․․․․], μηνὸς πέντου καθὼς Ἐ[λα]- |
| [τεῖς ἄγουσιν, ἐν δὲ Δελφοῖ]ς ἄρχοντος Νικάνδρου τοῦ Νικάνδρου, μηνὸς Βυσίου, ἀπέδοτ[ο] | |
| [Εἰσιδώρα ․․․․․․․․․․․․․․․]ς, συν<ε>υαρεστεόντων καὶ τῶν υἱῶν αὐτᾶς Φιλοκλέος καὶ Μ[․․] | |
| [․․․․, τῷ Ἀπόλλωνι τῷ Πυ]θίῳ σῶμα γυναικῆον κοράσιον, ᾧ ὄνομα Σωτηρίχα, τιμᾶς | |
| 5 | [ἀργυρίου μνᾶν ․․․․, καὶ τὰν] τιμὰν ἀπέχει πᾶσαν, ὥστε εἶμεν Σωτηρίχαν ἐλευθέραν ἀπὸ |
| [πάντων, μηδενὶ μηδὲν πο]θήκουσαν πάντα τὸν τᾶς ζωᾶς χρόνον, ποιοῦσαν Εἰσιδώρᾳ πᾶν [τὸ] | |
| [ἐπιτασσόμενον ἀνεγκ]λήτως. εἰ δέ τι ἀπιθέοι Σωτηρίχα, ἐξουσίαν ἐχέτω Εἰσιδώρα ἐπιτι- | |
| [μέουσα αὐτὰν τρόπῳ] ᾧ κα θέλῃ. εἰ δέ τι πάθοι Εἰσιδώρα, ποιησάτω Σωτηρίχα τὰ ποτὶ γᾶν | |
| [πάντα, καθὼς ὁ νόμ]ος ἐστί. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίχας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν- | |
| 10 | [τω τῷ θεῷ τὰν ὠνὰ]ν ἅ τε ἀποδομένα καὶ οἱ βεβαιωτῆρες· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω σ[υ]- |
| [λέων Σωτηρίχαν ὡς ἐ]λευθέραν καὶ μηδενὶ μηδὲν ποθήκουσαν. καθέστακα δὲ καὶ βεβαιωτῆρας | |
| [․․․․․․․․․․․․․․․․․]λαον Χαιρελάου ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ μάρτυρες· οἵ τε ἱερεῖ[ς] | |
| [τοῦ Ἀπόλλωνος Δι]όδωρος Φιλονίκου, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου, | |
| [καὶ οἱ ἄρχοντες Δι]όδωρος Ὀρέστα, Εὔδωρος Ἐπινίκου, [․․․․․․․․․․․․․․․․․․․․․․ ․․․․․] | |
| 15 | [․․․․․․․․․․․․․․․․․․․․․․․․] Λαμένης Εὐκράτους. |