FD III 4:31
[ ] Phokis — Delphi — ca. 148 BC — SGDI 2627
1 ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐ[ν] ἀγορᾶι τελείωι, σὺμ ψάφοις τ[αῖς ἐννό]-
μοις· ἐπειδὴ Ἁγίων Κλεοδάμου, [π]οτιπορευθεὶς ποτὶ τὰν ἐκκλησ[ίαν, διελέ]-
γη περὶ Ξένωνος τοῦ Φιλίππου [Ἀ]μβρακιώτα, ἀπολογιζόμενος ἃ[ν ἔχει αἵρε]-
σιν καὶ κοινᾶι καὶ ἰδίαι ποτὶ πά[ν]τας Δελφούς, δεδόχθαι τᾶι πό[λει ἐπαινέ]-
5 σαι Ξένωνα Φιλίππου Ἀμβρακ[ιώ]ταν, καὶ εἶμεν αὐτὸν πρόξε[νον τᾶς πό]-
λιος καὶ εὐεργέταν, καὶ αὐτ[ὸν κ]αὶ ἐκγόνους, ὑπάρχειν δὲ α[ὐτῶι πο]-
λειτείαν, ἀτέλειαν, προδικί[αν, ἀ]συλίαν, προεδρίαν ἐν πᾶσι τ[οῖς ἀγώνοις]
οὓς ἁ πόλις τίθητι, εἶμεν δὲ α[ὐτῶι] καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν κ[αὶ τἆλλα ὅσα]
καὶ τοῖς ἄλλοις προξένοις [καὶ εὐεργέτ]αις. ἄρχοντος [Θ]ρασυκλέ[ος, βουλευόν]-
10 των Δεξώνδα, Μαντία, Ξεν[αινέτου].
Search Help
Contact Us