[ ]
Phokis — Delphi — ca. 148 BC — SGDI 2627
| 1 | ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐ[ν] ἀγορᾶι τελείωι, σὺμ ψάφοις τ[αῖς ἐννό]- |
| μοις· ἐπειδὴ Ἁγίων Κλεοδάμου, [π]οτιπορευθεὶς ποτὶ τὰν ἐκκλησ[ίαν, διελέ]- | |
| γη περὶ Ξένωνος τοῦ Φιλίππου [Ἀ]μβρακιώτα, ἀπολογιζόμενος ἃ[ν ἔχει αἵρε]- | |
| σιν καὶ κοινᾶι καὶ ἰδίαι ποτὶ πά[ν]τας Δελφούς, δεδόχθαι τᾶι πό[λει ἐπαινέ]- | |
| 5 | σαι Ξένωνα Φιλίππου Ἀμβρακ[ιώ]ταν, καὶ εἶμεν αὐτὸν πρόξε[νον τᾶς πό]- |
| λιος καὶ εὐεργέταν, καὶ αὐτ[ὸν κ]αὶ ἐκγόνους, ὑπάρχειν δὲ α[ὐτῶι πο]- | |
| λειτείαν, ἀτέλειαν, προδικί[αν, ἀ]συλίαν, προεδρίαν ἐν πᾶσι τ[οῖς ἀγώνοις] | |
| οὓς ἁ πόλις τίθητι, εἶμεν δὲ α[ὐτῶι] καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν κ[αὶ τἆλλα ὅσα] | |
| καὶ τοῖς ἄλλοις προξένοις [καὶ εὐεργέτ]αις. ἄρχοντος [Θ]ρασυκλέ[ος, βουλευόν]- | |
| 10 | των Δεξώνδα, Μαντία, Ξεν[αινέτου]. |