[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχοντος Νικ]άρχου τοῦ Ἐράτωνος, μηνὸς Θεοξενίου, βουλευόντων Δωροθέου, Ξενοκρίτου, Φίλωνος, |
| [Γοργίλου, ἐπὶ τ]οῖσδε ἀπέδοτο Ἑλλάνικος Διοσκουρίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ᾇ ὄνομα Θεσπ[ι]- | |
| [άς, τὸ γένος Βοι]ωτὰν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Θεσπιὰς τὰν ὠνὰν τῶι θ[ε]- | |
| [ῶι, ἐφ’ ᾧτε ἐλε]υθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν οἷς κα θέλῃ. βεβαιωτὴ[ρ] | |
| 5 | [κατὰ τοὺς νό]μους τᾶς {τας} πόλιος Εὔδωρος Νικοστράτου. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Θεσπιάδος, βέβαι- |
| [ον παρεχέ]τω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ, καὶ ὁμοίως ὁ παρατυχὼν κύριος ἔστω συλέων Θ[εσπι]- | |
| [άδα ὡς ἐλε]υθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Θεσπιὰς παρὰ Ἑλλάν[ικον], | |
| [ποι]οῦσα πᾶν τὸ δυνατὸν καὶ ἐπιτασόμενον ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι [ἢ] ποιέοι καθὼς προγέγρα[πται, κύριος] | |
| [ἔστω Ἑ]λλάνικος ἐπιτιμέων Θεσπιάδι οἵῳ κα θέλῃ τρόπῳ, ἀζάμιος καὶ ἀνυπόδικος ὤν. ἐπεὶ δέ κά τι πάθῃ Ἑλλάνικ[ος, ἐλευθέρα] | |
| 10 | [ἔστ]ω Θεσπιάς. εἰ δὲ ἐν τῷ ἀν{αν}άμεσον {²⁶ἀνάμεσον}²⁶ χρόνῳ θέλῃ Θεσπιὰς δόμεν ἀργυρίου μνᾶς τρεῖς καὶ διοικῆσαι αὐτῶι, ἀπολελυμένα [ἔστω] |
| [τᾶς πα]ραμονᾶς, καὶ ἐλευθέρα ἔστω καθὼς ὑπεράνω προγέγραπται. μάρτυροι οἵ τε ἱερεῖς Αἰακίδας, Βαβύλος, καὶ ἰδ[ιῶ]- | |
| [ται ․․5․․]τος Κριτολάου, Στράταγος, Νικόστρατος Ἄρχωνος, Ἀρχέλαος καὶ Νικόστρατος οἱ Εὐδώρου, Νίκων Νικάρχου. |