[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Δαμοκράτεος, μηνὸς Βουκατίου, βου[λευ]- |
| όντων Κλεάνδρου, Ἰατάδα, Ἀριστίωνος, Καλλία, ἀπ[έδο]- | |
| το Φίλων Φιλάγρου καὶ Σώσιον Σωτίωνος, συνευδο[κέον]- | |
| τος καὶ Νικομάχου τοῦ Φιλοξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| 5 | κοράσιον οἰκογενὲς ἇι ὄνομα Καταθύμιον, τιμᾶς ἀργυρίου |
| μνᾶν δύο καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ Φίλα- | |
| γρος Κλέωνος, καθὼς ἐπίστευσε Καταθύμιον τῶι θεῶι | |
| τὰν ὠνὰν ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| των. εἰ δέ τις ἐφάπτοιτο Καταθυμίου ἐπὶ καταδουλισμῷ, κύρι- | |
| 10 | ος ἔστω ὅ τε βεβαιωτὴρ καὶ ἄλλος ὁ παρατυχὼν συλέων ὡς ἐ- |
| λευθέραν. μάρτυροι Δίων, Ἧρυς, Φίλαγρος. |