[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Ν[ικάνδ]ρου, μηνὸς Ποιτροπίου, |
| βουλευόντων [Νικί]α, Μέντορος, Ὀρθαίου, | |
| ἀπέδοτο Καλλὶς τῶι Ἀπόλλωνι τῶι | |
| Πυθί[ωι σ]ῶμα ἀνδρεῖον παιδάριον ᾧ | |
| 5 | ὄνομα Διογένης τιμᾶς ἀργυρίου μνᾶν |
| τρίων, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαι- | |
| ωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Μέν- | |
| τωρ Φιλαιτώλου. παραμεινάτω δὲ Διο- | |
| γένης Καλλεῖ καὶ Ι[․․․] πο̣έων τὸ ἐ<πι>τα- | |
| 10 | [σ]ομένον πᾶν [τὸ δυνατό]ν. εἰ δὲ μὴ ποέ- |
| [οι], ἐξουσίαν ἐχέτω[σαν ἐπιτ]ιμέο[υ]- | |
| [σα]ι τρόπῳ [ᾧ] κα θέλωντι πλὰν μὴ πωλέου- | |
| σαι. ἐπεὶ δέ κα τι πάθωντι αἱ προγεγραμέ- | |
| ναι, ἐλεύβερος ἔστω̣ Διογένη<ς> καὶ μηθενὶ | |
| 15 | μηθὲν ποθείκων. εἰ δέ τις ἐφάπτοιτο Διο- |
| γένεος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν- | |
| τω <τῷ> θεῶι τὰν ὠνὰν αἵ τε ἀποδόμεναι καὶ ὁ βε- | |
| βαιωτὴρ Μέντωρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
| κύριος ἔστω συλέων Διογένην ἐπ’ ἐλευθε- | |
| 20 | [ρί]ᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας |
| [καὶ ζαμ]ίας. μάρτυροι ὅ τε ἱερεὺς τοῦ Ἀπόλ- | |
| [λωνος Νι]κόστρατος καὶ ἰδιῶται Καλλίας, | |
| [․․․7․․․], Δάμων, Βαβύλος. καὶ εἰ θέλοι Καλ̣- | |
| [λὶς ․․․]ειμεν ἢ ὑποθέμεν Διογένην, ἐ- | |
| 25 | [ξουσία]ν ἐχέτω. |