[ ]
Phokis — Delphi — undated — SIG(3) 739
| 1 | Δελφοὶ ἔδωκαν Μενάνδρωι Δαιδάλου Ἀκαρνᾶνι ἀπὸ Θυρρείου, |
| κατὰ δὲ χρηματισμὸν Κασσωπαίωι, τῶι γραμματικῶι, αὐτῶι καὶ ἐγγόνοις | |
| προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πάν- | |
| τοις {τοις} τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ τἄλλα τίμια πάντα ὅσα καὶ | |
| 5 | τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· ἐπεὶ παραγενόμενος |
| ἐν Δελφοὺς ἀπαρχὰν ἐποήσατο ἀπὸ τοῦ μαθήματος τῶι θεοῖ καὶ τᾶι πόλει, | |
| ἀποκαθήμενος ἐν τῶι γυμνασίωι καὶ διατιθέμενος σχολὰς ἐν αἷς καὶ εὐδοκίμησε, | |
| διδομένου τε αὐτῶι καὶ ἐράνου ὑπὸ τᾶς πόλιος οὐκ ἐδέξατο, φάμενος ἐπιδεδα- | |
| μήκειν ἐν Δελφοὺς τᾶς τε τοῦ θεοῦ τιμᾶς ἕνεκα καὶ τᾶς Δελφῶν καταλογᾶς, ὃν καὶ ἐπὶ | |
| 10 | πάντοις τούτοις ἔδοξε καὶ ἐπὶ τὰν κοινὰν ἑστίαν καλέσαι· ἐδόθη τε αὐτῷ τὰ προ- |
| γεγραμμένα τίμια. ἄρχοντος Αἰακίδα τοῦ Βαβύλου, βουλευόντων Ὀρθαίου, | |
| Θεοξένου, Ἀντιγένεος, Φιλάγρου. |