[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ἐπινίκου τοῦ Νικοστράτου, μηνὸς Ἐνδυσποιτροπίου, βουλ[ευ]-
όντων Διοδώρου τοῦ Φιλονίκου, Τιμολέωνος τοῦ Ἐμμενίδα, ἀπέδο-
το Θεόφιλος Εὐαμέρου τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικε[ῖ]-
ον ᾇ ὄνομα Νικώ, τιμᾶς ἀργυρίου μνᾶν δεκατριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσ[αν],
5 καθὼς ἐπίστευσε Νικὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα<ν> εἶμεν κα[ὶ]
ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νόμους
τᾶς πόλιος Ἀριστοκλέας Φιλ[ο]νίκου. παραμινάτω δὲ Νικὼ Θεοφίλῳ τὸν τᾶ[ς ζω]-
ᾶς αὐτοῦ χρόνον, πᾶν τὸ ἐπιτασσόμενον ποιοῦσα αὐτῶι τὸ δ[υνα]-
τὸν ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμεν[ον, ἐ]-
10 ξουσίαν ἐχέτω Θεόφιλος ἐπιτιμέων Νικοῖ τρόπωι ᾧ θέλο[ι]. εἰ δέ τι γένοι[το]
ἐγ Νικοῦς τέκνον ἐν τῶι <τ>ᾶς π̣[α]ρα<μο>νᾶς χρόνωι, ἔστω ἐλεύθερον. ἐπ[εὶ]
δέ κά τι γενηθῇ περὶ Θεόφιλον ἀνθρώπινον, ἔστωι Νικὼ ἐλευθέρ[α],
μὴ ποθήκουσα μηθενὶ μηθέν. εἰ δέ τις ἐφάπτοιτο Νικοῦς ἐπὶ καταδουλισμῶ[ι, βέ]-
βαιον παρεχόντωι τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ
15 καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Νικὼι ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος
ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλω-
νος τοῦ Πυθίου Καλλίστ<ρατ>ος Αἰακίδα, Φίλων Στρατάγου· Εὐκλείδας Ἡρακλείδα, Μένης
Δάμωνος, Νικάνωρ Λυσιμάχου, Ἐράτων Κλέωνος, Ξεναγόρας Ἁβρομάχου.
Search Help
Contact Us