[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Ἐπινίκου τοῦ Νικοστράτου, μηνὸς Ἐνδυσποιτροπίου, βουλ[ευ]- |
| όντων Διοδώρου τοῦ Φιλονίκου, Τιμολέωνος τοῦ Ἐμμενίδα, ἀπέδο- | |
| το Θεόφιλος Εὐαμέρου τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικε[ῖ]- | |
| ον ᾇ ὄνομα Νικώ, τιμᾶς ἀργυρίου μνᾶν δεκατριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσ[αν], | |
| 5 | καθὼς ἐπίστευσε Νικὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα<ν> εἶμεν κα[ὶ] |
| ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νόμους | |
| τᾶς πόλιος Ἀριστοκλέας Φιλ[ο]νίκου. παραμινάτω δὲ Νικὼ Θεοφίλῳ τὸν τᾶ[ς ζω]- | |
| ᾶς αὐτοῦ χρόνον, πᾶν τὸ ἐπιτασσόμενον ποιοῦσα αὐτῶι τὸ δ[υνα]- | |
| τὸν ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμεν[ον, ἐ]- | |
| 10 | ξουσίαν ἐχέτω Θεόφιλος ἐπιτιμέων Νικοῖ τρόπωι ᾧ θέλο[ι]. εἰ δέ τι γένοι[το] |
| ἐγ Νικοῦς τέκνον ἐν τῶι <τ>ᾶς π̣[α]ρα<μο>νᾶς χρόνωι, ἔστω ἐλεύθερον. ἐπ[εὶ] | |
| δέ κά τι γενηθῇ περὶ Θεόφιλον ἀνθρώπινον, ἔστωι Νικὼ ἐλευθέρ[α], | |
| μὴ ποθήκουσα μηθενὶ μηθέν. εἰ δέ τις ἐφάπτοιτο Νικοῦς ἐπὶ καταδουλισμῶ[ι, βέ]- | |
| βαιον παρεχόντωι τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ | |
| 15 | καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Νικὼι ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος |
| ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλω- | |
| νος τοῦ Πυθίου Καλλίστ<ρατ>ος Αἰακίδα, Φίλων Στρατάγου· Εὐκλείδας Ἡρακλείδα, Μένης | |
| Δάμωνος, Νικάνωρ Λυσιμάχου, Ἐράτων Κλέωνος, Ξεναγόρας Ἁβρομάχου. |