[ ]
Phokis — Delphi — undated
1 | [ἄρ]χοντος Δάμωνος τοῦ Πολεμάρχου, μηνὸς Θεοξενίου, βουλευόντων Ξεναγόρα <τ>οῦ Ἁβρομάχου, |
[ἀ]πέδοτο Στέφανος Δαμοκράτεος καὶ Εὔκλεα Διονυσίου τῷ Ἀπόλλωνι τῷ Πυθίῳ κοράσιον οἰκογε- | |
[ν]ές, ᾇ ὄνομα Φιλτάτη, τειμᾶς ἀργυρίου μνᾶ<ν> τεσάρων, καὶ τὰν τειμὰν ἀπέχ<ο>μεν πᾶσαν. βεβαι- | |
ωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Θεόξενος Φιλαιτώλου. παραμεινάτω δὲ Φιλτάτη Εὐκλ- | |
5 | έᾳ τὸν τᾶς ζ<ω>ᾶς χρόνον, πᾶν ποιοῦσα τὸ ἐπιτασόμενον ἀνενκλήτως. εἰ δὲ μὴ ποιέοι, ἐ- |
ξουσίαν ἐχέτω ἐπιτειμέουσα Εὔκλεα τρόπῳ ᾧ κα θέλῃ. εἰ δέ τι ἀνθρώπινον γένηται περὶ Ε[ὔ]- | |
κλεαν, ἀπολελύστω Φιλτάτη τᾶς παραμονᾶς, καὶ μηδενὶ μηδὲν ποθηκέτω. εἰ δέ τις ἐφάπτ[οι]- | |
το Φιλτάτης ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ | |
[β]εβαιωτήρ· κύριος δὲ ἔστω καὶ ὁ παρατυχὼν συλέων ἐλαυθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικ<ο>ς π[ά]- | |
10 | σας δίκας καὶ σαμίας {²⁶ζαμίας}²⁶. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Πολέμαρχος |
Δάμωνος, καὶ ὅσιοι Μεγάρτας Εὐανγέλου, Βαβύλος Λαιάδα, Εὐκλείδας Αἰακίδα, Νικίας Φιλονείκου. |