[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Διοδώρου τοῦ Ὀρέστου, μηνὸς Ἰλαίου, βουλευόντων Λαμένους τοῦ Εὐκράτου[ς], |
| Φίλω̣νος τοῦ Κλεάνδρου, Σωτηρὶς Διονυσίου ἀπέδοτο ἐπ’ ἐλευθερίᾳ τῷ Ἀπόλλωνι τῷ | |
| Πυθίῳ παιδάρια οἰκογενῆ δύο οἷς ὀνόματα Ἑρμαῖος, Ἄρχ[ω]ν, τιμᾶς ἀργυρίου ἐν ἑνὶ μνῶν δέ<κα>, | |
| [κ]αὶ τὰν τειμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσαν ἐπ’ ἐλευθερίᾳ τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύ- | |
| 5 | {[θ]ε}θερα {²⁶ἐλεύθερα}²⁶ εἶμεν καὶ ἀνέφαπτα ἀπὸ πάντων τὸν πάντα χ<ρ>όνον, μηθενὶ μηθὲν ποθήκοντα κατὰ μηθέ- |
| [ν]α τρόπον. εἰ δέ τις ἐφάπτοιτο Ἑρμαίου ἢ Ἄρχωνος ἐπὶ καταδουλισσμῷ, βέβαιον παρεχόν- | |
| [τ]ω τῷ θεῶι καὶ τοῖς πεπιστευκότοις τὰν ὠνὰν <ἅ τε ἀποδομένα> καὶ ὁ βεβαιωτήρ· καὶ ἄλλος ὁ π[α]ρατυχὼν ἐν ἐ- | |
| [λ]ευθερίαν ἀφαιρείμενος <κύριος ἔστω>, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. βεβαιωτὴρ κα- | |
| [τὰ] τοὺς [ν]όμους τᾶς πόλιος Μελισσίων Διονυσίου. τὰν ὠνὰν φυλάσει Διοκλῆς Φιλιστίωνος. | |
| 10 | [μ]άρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Διονύσιος Ἀστοξένου, Δάμων Πο- |
| [λε]μάρχου, καὶ τῶν ἄλλων Ἐπίνικος Νικοστράτου, Στράταγος Φίλωνος, Θεόξενος Φιλαιτώ- | |
| [λου], Εὔδωρος καὶ Νικόστρατος οἱ Ἐπινίκου. |