[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχ]οντος Νικάνδρου τοῦ Βούλωνος, βουλευόντων Νικία, Μέντορος, Ὀρθαίο[υ, ἐ]πὶ τοῖσδε ἀπέ[δ]οτο [Εἰράνα] |
| [Νικ]ία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα οἰκογενῆ ἀνδρεῖα δύο οἷς ὀνόματα Πολύνικος καὶ Ἐπ[ίν]ικος τ[ιμᾶς] | |
| [ἀρ]γυρίου ἕκαστον αὐτῶν μνᾶν τριῶν καὶ [τὰν] τιμὰν ἀπέ[χει πᾶσ]αν καθὼς ἐπίστ[ευ]σαν Πολύνι[κ]ο[ς] | |
| καὶ Ἐπίνικος τ[ῶ]ι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλ[ευθέρ]ους εἶ[μεν καὶ ἀνεφάπτους τὸν πάντα χρόνον [ποιοῦντ]ες ὅ κα | |
| 5 | [θέ]λωντι καὶ ἀποτρέχοντες [ᾇ] κα θέλωντι. βεβαιωτὴρ κα[τὰ τοὺς νόμ]ους τᾶς πόλιος Νικίας Φ[ιλ]ο[νίκ]ου. παραμεινά- |
| [τωσ]αν δὲ Πολύνικος κ[αὶ] Ἐπίνικος Εἰράνᾳ ποιοῦ[ντ]ες τὸ ἐπιτασσόμενον πᾶν ἀνεν[κλήτως. εἰ δὲ μὴ ποι]έο[ισ]αν τὸ | |
| [ἐπιτ]ασσόμενον π[ᾶν ἀνεν]κλήτως, κυρία ἔστω Εἰράνα ἐπιτιμ[έουσα τρόπωι ὧι κα θέ]λῃ. εἰ δέ τι[ς ἐφά]πτοιτο Πο- | |
| [λυνίκ]ου ἢ Ἐπινίκου, β[έβα]ιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τ[ε ἀποδομένα] καὶ ὁ βεβαιωτήρ. κ[ύρ]ιος δὲ ἔστω | |
| [καὶ] ἄλλος ὁ παρατυχὼν συλέων ὡς ἐλευθέρους ὄντας ἀζά[μιος ὢν καὶ] ἀ[νυ]πόδικος πάσας δίκας καὶ ζ[αμ]ίας. | |
| 10 | [μά]ρτυροι οἵ τε ἱερῖς τοῦ Ἀπόλωνος {²⁶Ἀπόλλωνος}²⁶ τοῦ Πυθίου Λαιάδας, Νικόσστρατος καὶ ἰδιῶται Φίλων Στρατάγου, Διονύσιος, |
| [Πά]τρων Ἀ[ρισ]τοβούλου, Ἀρχίας, Διόδωρος. |