[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχ]οντος Μελισσί[ωνος τοῦ Διονυσίου, μηνὸς — — —]ίου, βουλευ- |
| [όντων] Ἀριστοκ[λέα τοῦ Φιλονίκου, Ἀντιφίλου τοῦ Γορ]γίλου, ἀπέδον- | |
| [το Τρύφ]ερον Τρ[ύφωνος(?) καὶ Σμύρνα Τρύφωνος(?) τῶι Ἀπόλ]λωνι τῶι | |
| [Πυθίωι] ἐ[π’ ἐλευθερίᾳ κοράσιον ᾇ ὄνομα Σωτηρίχα τιμᾶς ἀ]ρ̣[γ]υ̣ρί[ου] | |
| 5 | [μνᾶν — — — — καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς] |
| [νόμους τ]ᾶς πό[λιος] Κλέων Νικία. εἰ δέ τ̣[ις ἐ]φάπτοιτο Σωτηρίχα[ς ἐπὶ] | |
| [καταδου]λισμῶι βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν αἵ τε ἀ- | |
| [ποδόμε]ναι καὶ ὁ βεβαιωτήρ. κύριος δὲ ἔστω καὶ ὁ παρατυχὼν συλέων | |
| [Σωτηρ]ίχαν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πά- | |
| 10 | [σα]ς δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Σωτηρίχα Τρυφέροι καὶ Σμ[ύ]- |
| ρ̣[ν]ᾳ τὸν τᾶς ζωᾶς αὐτᾶν χρόνον πᾶν ποιοῦσα τὸ ἐπιτασσόμενο[ν] | |
| πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέ<ο>ι τὸ ἐπιτασσόμενον, | |
| ἐξουσίαν ἐχέτωσαν Τρύφερον καὶ Σμύρνα ἐπιτιμέουσαι Σωτη[ρί]- | |
| χᾳ τρόπωι ᾧ κα θέλωντι. δότω δὲ Σωτηρίχα Τρύφωνι τῶι υἱῶι Σμ[ύρνας β]ρέφος | |
| 15 | ἐνι[α]ύσιον. εἰ δὲ θέλοι προαπελθεῖν Σωτηρίχα παρὰ Τρυφέρ[ου καὶ Σ]μύρνας, |
| [δότω] αὐταῖς ἀργυρίου μνᾶς τρεῖς καὶ ἔστω ἐλευθέρα. μάρτυρ[οι ο]ἵ τε ἱερεῖς | |
| [τοῦ Ἀ]πόλλωνος Καλλίσρατος, Διόδωρο[ς] καὶ ἰδιῶται Ἐράτων, [Ἀ]ντίφιλος, | |
| [․․c.7․․, Ε]ὐάγγε̣[λ]ος, Ἀντιφάνης, Ἡρακλείδας. |