[ ]
Phokis — Delphi — 86 BC? — SIG(3) 738B
1 | θεός· τύχαν ἀγαθάν. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπεὶ Λυκῖνος Δωροθέου Θηβαῖος ἐνδαμ[ήσας] | |
ἐν τὰν πόλιν ἁμῶν μετὰ τᾶ<ς> ἀνεψία<ς> Πολυγνώτας τάν τε ἀναστροφὰν καὶ παρ[ε]- | |
πιδαμίαν ἐποιήσατο ἀξίως τοῦ τε ἰδίου δάμου καὶ τᾶς πόλιος ἁμῶν· δε- | |
5 | δόχθαι τᾶι πόλει ἐπαινέσαι Λυκῖνον Δωροθέου Θηβαῖον καὶ ὑπάρχειν αὐτ[ῶι καὶ] |
ἐκγόνοις προξενίαν, προμαντείαν, προδ̣ικ̣ίαν, ἀσυλίαν, ἀτέλειαν, προ[ε]- | |
<δ>ρίαν ἐν τοῖς ἀγώνοις οἷς ἁ [πόλις τίθητι] καὶ τἄλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· καλέσαι δὲ αὐτὸν κα[ὶ ἐ]- | |
πὶ τὰν κοινὰν τᾶς πόλιος ἑστίαν. ἄρχοντος Ἁβρομάχου τοῦ Ἀθάμβου, βουλε[υόν]- | |
10 | των Δάμωνος, Κλέωνος, Στρατάγου, Ἀντιφίλου. |