[ ] Phokis — Delphi — 86 BC? — SIG(3) 738B
1 θεός· τύχαν ἀγαθάν.
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπεὶ Λυκῖνος Δωροθέου Θηβαῖος ἐνδαμ[ήσας]
ἐν τὰν πόλιν ἁμῶν μετὰ τᾶ<ς> ἀνεψία<ς> Πολυγνώτας τάν τε ἀναστροφὰν καὶ παρ[ε]-
πιδαμίαν ἐποιήσατο ἀξίως τοῦ τε ἰδίου δάμου καὶ τᾶς πόλιος ἁμῶν· δε-
5 δόχθαι τᾶι πόλει ἐπαινέσαι Λυκῖνον Δωροθέου Θηβαῖον καὶ ὑπάρχειν αὐτ[ῶι καὶ]
ἐκγόνοις προξενίαν, προμαντείαν, προδ̣ικ̣ίαν, ἀσυλίαν, ἀτέλειαν, προ[ε]-
<δ>ρίαν ἐν τοῖς ἀγώνοις οἷς ἁ [πόλις τίθητι] καὶ τἄλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· καλέσαι δὲ αὐτὸν κα[ὶ ἐ]-
πὶ τὰν κοινὰν τᾶς πόλιος ἑστίαν. ἄρχοντος Ἁβρομάχου τοῦ Ἀθάμβου, βουλε[υόν]-
10 των Δάμωνος, Κλέωνος, Στρατάγου, Ἀντιφίλου.
Search Help