[ ] Phokis — Delphi — 86 BC — SIG(3) 738A
1 [θε]ός. τ̣ύ̣χαν [ἀ]γ̣αθ[ά]ν.
[ἄρχοντος Ἁβρ]ομάχου, μηνὸς Βουκατίου, βουλευόντων τὰν π̣[ρ]ώταν [ἑξά]-
[μηνον Στρατ]άγου, Κλέωνος, Ἀντιφίλου, Δάμωνος· ἔδοξε τᾶι πόλει τῶν
[Δελφῶν· ἐπει]δὴ Πολυγνώτα Σακράτους Θηβαία χοροψάλτρια ἐνδαμήσασα ἐν Δελ-
5 [φοὺς ἐν ὧι και]ρῶι ἔδει συντελεῖσθαι τὸν ἀγῶνα τῶν ΙΕΙ Πυθίων διὰ δὲ τὸν ἐνεστακότα
[πόλεμον οὐ συ]ν̣τελειμένου τοῦ ἀγῶνος αὐθαμέ<ραν> ἀπάρξατο καὶ ἐπέδωκε ἁμέραν, παρα-
[κληθε]ῖσ̣α̣ δὲ ὑπό τε τῶν ἀρχόντων καὶ τῶν πολιτᾶν, ἀγωνίξατο ἐ-
[πὶ ἁ]μ̣έρας τρεῖς καὶ εὐδοκίμησε μεγαλομερῶς ἀξίως τοῦ τε θεοῦ
[καὶ] τοῦ δάμου τοῦ Θηβαίων καὶ τᾶς ἁμετέρας πόλιος καὶ ἐστεφανώσ[α]-
10 μεν αὐτὰν καὶ δραχ[μ]αῖς πεντακοσίαις· τ̣ύ̣χ[αι ἀ]γ[αθ]ᾶι· ἐπαιν-
έσαι Πολυγνώταν Σωκράτους Θηβαίαν ἐπί τε τᾶι ποτὶ τὸν θεὸν εὐσεβείᾳ κ[αὶ]
ὁσιότατι καὶ τᾷ περὶ τὸ ἐπιτάδευμα καὶ τὰν τέχναν προαιρέ<σε>ι· δεδόσ[θαι]
δὲ αὐτᾷ καὶ ἐγγόνοις παρὰ τᾶς πόλιος ἁμῶν προξενίαν, προμαντείαν, προ[δι]-
κίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν τοῖς ἀγώνοις [ο]ἷς ἁ πόλις τίθητι{θ[ητι]}
15 καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν καὶ τἄλλα τίμια πάντα ὅσα καὶ τοῖ<ς> ἄλλοις π[ρο]-
ξένοις καὶ εὐεργέταις τᾶ{ι}ς {²⁶τᾶς}²⁶ πόλιος ὑπάρχει· καλέσαι δὲ αὐτὰν καὶ ἐν τὸ π[ρυτα]-
ν̣εῖον ἐπὶ τὰν κοινὰν ἑστίαν· παραστᾶσαι δὲ αὐτᾶι καὶ ἱερεῖον θῦσαι τῶ[ι Ἀπόλ]-
λ̣ωνι.
Search Help