[ ]
Phokis — Delphi — 161/0 BC
1 | ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἰλαίου, ἀπέδοντο Μνασίθεος |
καὶ Ἐμμενίδας οἱ Δεξικράτεος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
μα ἀνδρεῖον ὧι ὄνυμα Εὔνους, τὸ γένος Γαλάταν συνευδοκε- | |
ούσας τᾶς ματρὸς Ἀναξίδος, τιμᾶς ἀργυρίου μνᾶν 𐅖𐅖𐅖𐅖 {⁸4 mn.}⁸, καὶ | |
5 | τὰν τιμὰν ἔχοντι, καθὼς ἐγένετο ὁμόλογον Εὐνόῳ ποτὶ Δεξι- |
κράτη τὸμ πατέρα αὐτῶν, ἐφ’ ὅτῳ ἐλεύθερον εἶμεν Εὔνουν τὸμ πάντα | |
βίον καὶ ἀνέφαπτον ἀπὸ πάντων, καθὼς ἐπίστευσε Εὔνους τῶι θε- | |
ῶι τὰν ὠνάν. βεβαιωτὴρ κατὰ τὸν νόμον Ἄθαμβος Ἀθανίωνος. εἰ δέ | |
τις ἐφάπτοιτο Εὐνόου ἢ καταδουλίσζοιτο, κύριος ἔστω ὁ παρατυγ- | |
10 | χάνων συλέων καὶ ἀποβιαζόμενος Εὔνουν ὡς ἐλεύθερον ὄντα ἀζά- |
μιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἱ ἱερεῖς τοῦ | |
Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, καὶ τῶν ἀρχόντων Ἄρχων Καλλία, | |
ἰδιῶται Διόδωρος Μνασιθέου, Δρομοκλείδας, Εὐκλείδας, Πολύων, | |
Ἄλεξις, Φίλων, Δίων Ἀλέξωνος, Τιμόκριτος. |